Add parallel Print Page Options

15 καὶ εἶπεν αὐτοῖς· Πορευθέντες εἰς τὸν κόσμον ἅπαντα κηρύξατε τὸ εὐαγγέλιον πάσῃ τῇ κτίσει. 16 ὁ πιστεύσας καὶ βαπτισθεὶς σωθήσεται, ὁ δὲ ἀπιστήσας κατακριθήσεται. 17 σημεῖα δὲ τοῖς πιστεύσασιν [a]ταῦτα παρακολουθήσει, ἐν τῷ ὀνόματί μου δαιμόνια ἐκβαλοῦσιν, γλώσσαις λαλήσουσιν [b]καιναῖς, 18 [c]ὄφεις ἀροῦσιν κἂν θανάσιμόν τι πίωσιν οὐ μὴ αὐτοὺς βλάψῃ, ἐπὶ ἀρρώστους χεῖρας ἐπιθήσουσιν καὶ καλῶς ἕξουσιν.

19 Ὁ μὲν οὖν κύριος [d]Ἰησοῦς μετὰ τὸ λαλῆσαι αὐτοῖς ἀνελήμφθη εἰς τὸν οὐρανὸν καὶ ἐκάθισεν ἐκ δεξιῶν τοῦ θεοῦ. 20 ἐκεῖνοι δὲ ἐξελθόντες ἐκήρυξαν πανταχοῦ, τοῦ κυρίου συνεργοῦντος καὶ τὸν λόγον βεβαιοῦντος διὰ τῶν ἐπακολουθούντων [e]σημείων.]]

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΜΑΡΚΟΝ 16:17 ταῦτα παρακολουθήσει NIV RP ] ἀκολουθήσει ταῦτα [[WH]] Treg
  2. ΚΑΤΑ ΜΑΡΚΟΝ 16:17 καιναῖς NIV RP ] – [[WH]] Treg
  3. ΚΑΤΑ ΜΑΡΚΟΝ 16:18 ὄφεις RP ] καὶ ἐν ταῖς χερσὶν ὄφεις [[WH]] Treg NIV
  4. ΚΑΤΑ ΜΑΡΚΟΝ 16:19 Ἰησοῦς [[WH]] Treg NIV ] –RP
  5. ΚΑΤΑ ΜΑΡΚΟΝ 16:20 σημείων [[WH]] Treg NIV ] + Ἀμήν RP